Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.170 Joseph. AJ 19.175 (English) >>Joseph. AJ 19.179

19.173ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν, 19.174φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπʼ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλʼ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις 19.175τῶν ἁπάντων ἀριθμῷ τε πολλῶν ὄντων καὶ βαρύτητα ἀνύποιστον ἐπιδειξαμένων καθʼ ἕκαστος ἦρξεν εἷς ὢν Γάιος σήμερον τεθνεὼς πλέω τε τῶν πάντων δεινὰ ἀπεδείξατο οὐ μόνον εἰς τοὺς συμπολίτας, ἀλλὰ καὶ εἰς τοὺς συγγενεῖς καὶ φίλους ἀπαίδευτον τὴν ὀργὴν ἐπαφιείς, ὁμοίως τοῖς ἅπασι καὶ μείζω κακὰ ἐντριβόμενος ἀδίκως τὴν τιμωρίαν εἰσπράσσεσθαι, ὠργικότων ὁμοίως εἴς τε ἀνθρώπους ἐξαγριώσας καὶ τοὺς θεούς. 19.176τυραννίδι γὰρ οὐ κερδαίνεται τὸ ἡδὺ οὐδὲ μεθʼ ὕβρεως ἀποχρῆται, οὐκ εἰς τὰ χρήματα λελυπῆσθαι καὶ γαμετάς, ἀλλὰ τὸ πᾶν κέρδος ἐκ τοῦ πανοικεσίᾳ διοχλουμένου τῶν ἐχθρῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.170 Joseph. AJ 19.175 (English) >>Joseph. AJ 19.179

Powered by PhiloLogic